8. Els caminants i la destral (79P)

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΠΕΛΕΚΥΣ

 

 

δύο ἐν ταὐτῷ ὡδοιπόρουν. θατέρου δὲ πέλεκυν εὑρόντος ὁ ἕτερος ἔλεγεν· “εὑρήκαμεν“, ὁ δὲ ἕτερος αὐτῷ παρῄνει μὴ λέγειν “εὑρήκαμεν, ἀλλ' εὕρηκας. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· “ἀπολώλαμεν“, ἐκεῖνος δὲ ἔφη· “ἀλλ'
ἀπόλωλα, εἰπέ. οὐδὲ γάρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω“.

ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.

 

ΝNDEX