5. Els lladres i el gall (124P)

ΚΛΕΠΤΑΙ ΚΑΙ ΑΛΕΚΤΡΥΩΝ

 

 

κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν ἄλλο εὗρον εἰ μὴ ἀλεκτρυόνα καὶ τοῦτον λαβόντες ἀπηλλάγησαν. ὁ δὲ μέλλων ὑπ' αὐτῶν θύεσθαι ἐδέετο, ὅπως αὐτὸν ἀπολύσωσι λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. οἱ δὲ ἔφασαν· “ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν.“

ὁ λόγος δηλοῖ ὅτι μάλιστα τοῖς πονηροῖς ἠναντίωται, ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα.

 

ÍNDEX