3. Els pescadors (21P)

ΑΛΙΕΙΣ

 

 

ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. οἱ δὲ τοῦτον λαβόντες μεθ' ἡδονῆς ἀνεχώρησαν.

ὁ μῦθος δηλοῖ ὅτι πολλάκις, μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.

 

ÍNDEX