4. La tortuga i la llebre (254P)

ΧΕΛΩΝΗ ΚΑΙ ΛΑΓΩΟΣ

 

 

χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἤριζον. καὶ δὴ προθεσμίαν στήσαντες τοῦ τόπου ἀπηλλάγησαν. ὁ μὲν οὖν λαγωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ δρόμου πεσὼν παρὰ τὴν ὁδὸν ἐκοιμᾶτο. ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ βραδύτητα οὐ διέλιπε τρέχουσα καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα ἐπὶ τὸ βραβεῖον τῆς νίκης ἀφίκετο.

ὁ λόγος δηλοῖ ὅτι πολλάκις φύσιν ἀμελοῦσαν πόνος ἐνίκησεν.

 

ÍNDEX